Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.379 Joseph. AJ 15.384 (English) >>Joseph. AJ 15.389

15.382τὰ μὲν ἄλλα μοι τῶν κατὰ τὴν βασιλείαν πεπραγμένων, ἄνδρες ὁμόφυλοι, περισσὸν ὑπολαμβάνω λέγειν. καίτοι τοῦτον ἐγένετο τὸν τρόπον, ὡς ἐλάττω μὲν ἐμοὶ τὸν ἀπʼ αὐτῶν κόσμον, πλείω δὲ ὑμῖν τὴν ἀσφάλειαν φέρειν. 15.383οὔτε γὰρ ἐν τοῖς δυσχερεστάτοις ἀμελήσας τῶν εἰς τὰς ὑμετέρας χρείας διαφερόντων οὔτε ἐν τοῖς κατασκευάσμασιν ἐπιτηδεύσας ἐμαυτῷ μᾶλλον καὶ πᾶσιν ὑμῖν τὸ ἀνεπηρέαστον, οἶμαι σὺν τῇ τοῦ θεοῦ βουλήσει πρὸς εὐδαιμονίαν ὅσον οὐ πρότερον ἀγηοχέναι τὸ Ἰουδαίων ἔθνος. 15.384τὰ μὲν οὖν κατὰ μέρος ἐξεργασθέντα περὶ τὴν χώραν καὶ πόλεις ὅσας ἐν αὐτῇ καὶ τοῖς ἐπικτήτοις ἐγείραντες κόσμῳ τῷ καλλίστῳ τὸ γένος ἡμῶν ηὐξήσαμεν, περίεργά μοι δοκεῖ λέγειν εἰδόσιν. τὸ δὲ τῆς ἐπιχειρήσεως, νῦν ἐπιχειρεῖν ἐπιβάλλομαι, παντὸς εὐσεβέστατον καὶ κάλλιστον ἐφʼ ἡμῶν γενέσθαι νῦν ἐκφανῶ· 15.385τὸν γὰρ ναὸν τοῦτον ᾠκοδόμησαν μὲν τῷ μεγίστῳ θεῷ πατέρες ἡμέτεροι μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, ἐνδεῖ δʼ αὐτῷ πρὸς τὸ μέγεθος εἰς ὕψος ἑξήκοντα πήχεις· τοσοῦτον γὰρ ὑπερεῖχεν πρῶτος ἐκεῖνος, ὃν Σολομῶν ἀνῳκοδόμησεν. 15.386καὶ μηδεὶς ἀμέλειαν εὐσεβείας τῶν πατέρων καταγνώτω· γέγονεν γὰρ οὐ παρʼ ἐκείνους ἐλάττων ναός, ἀλλὰ ταῦτα καὶ Κῦρος καὶ Δαρεῖος Ὑστάσπου τὰ μέτρα τῆς δομήσεως ἔδοσαν, οἷς ἐκεῖνοι καὶ τοῖς ἀπογόνοις δουλεύσαντες καὶ μετʼ ἐκείνους Μακεδόσιν οὐκ ἔσχον εὐκαιρίαν τὸ πρῶτον τῆς εὐσεβείας ἀρχέτυπον εἰς ταὐτὸν ἀναγαγεῖν μέγεθος.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.379 Joseph. AJ 15.384 (English) >>Joseph. AJ 15.389

Powered by PhiloLogic